Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
- μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
- μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
- ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
- καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
- γὰρ ἐξέσται τόθʼ ὑμῖν
- πλεῖν μένειν βινεῖν καθεύδειν,
- ἐς πανηγύρεις θεωρεῖν,
- ἑστιᾶσθαι κοτταβίζειν,
- †συβαρίζειν†