Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
- φῄς γε, παύει δʼ οὐδέπω.
- ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
- τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
- οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
- ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
- τουτογὶ νὴ τὸν Δία
- τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
- ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
- ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.