Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
- ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
- ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
- ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
- οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
- τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
- πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
- ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
- οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
- μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.