Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
- τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
- οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
- τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
- ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
- οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
- εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
- μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
- ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
- οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,