Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
  2. τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαῖος
  1. οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
  2. τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;
Χορός
  1. ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
  2. οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.
Τρυγαῖος
  1. εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
  2. μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,
  3. ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.
Χορός
  1. οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
  2. ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
Τρυγαῖος
  1. ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·
  2. ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορός
  1. ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
  2. οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.
Τρυγαῖος
  1. τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
  2. πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορός
  1. ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς
  2. οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
Τρυγαῖος
  1. μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.