Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
- ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
- νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,
- ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,
- ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.
- νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
- ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
- ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
- πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
- ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες
- καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
- καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
- ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
- νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
- δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
- ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
- τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
- ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
- πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
- οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,