Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαῖος
  1. φῄς γε, παύει δʼ οὐδέπω.
Χορός
  1. ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαῖος
  1. τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.
Χορός
  1. οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.
Τρυγαῖος
  1. ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.
Χορός
  1. τουτογὶ νὴ τὸν Δία
  2. τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαῖος
  1. ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορός
  1. ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.
  2. ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
  3. μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαῖος
  1. μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·
  2. ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
Τρυγαῖος
  1. καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη
  2. γὰρ ἐξέσται τόθʼ ὑμῖν
  3. πλεῖν μένειν βινεῖν καθεύδειν,
  4. ἐς πανηγύρεις θεωρεῖν,
  5. ἑστιᾶσθαι κοτταβίζειν,
  6. †συβαρίζειν†