Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
  2. καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,
  3. ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία·
  4. νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
Χορός
  1. δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
  2. ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
  3. τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·
  4. ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
  5. πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·
  6. οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,