Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
  2. ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
Τρυγαῖος
  1. νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,
  2. ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,
  3. ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.
  4. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
  5. ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν
  6. ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
  7. πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
  8. ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες