Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
- οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
- τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
- ἀπόλωλε γὰρ
- καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
- πῶς ὦ πανοῦργʼ;
- ἐς τἀπὶ Θρᾴκης χωρία
- χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
- εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.
- ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.