Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
  2. χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαῖος
  1. ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἑρμῆς
  1. Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
  2. ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
  3. ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
  4. αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
  5. ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
  6. μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαῖος
  1. τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.
Ἑρμῆς
  1. ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
  2. σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
  3. ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
  4. ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.
  5. εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί
  6. κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
  7. ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα
  8. νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·
  9. ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’
Τρυγαῖος
  1. ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.