Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
- τὸ λοιπὸν ὄψεσθʼ.
- ἀλλὰ ποῖ γὰρ οἴχεται;
- ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
- ἐς ποῖον;
- ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς
- ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
- ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.
- εἰπέ μοι,
- ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
- οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
- ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
- τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
- τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
- ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
- μέλλει· θορυβεῖ γοῦν ἔνδον.
- οἴμοι δείλαιος.
- φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
- καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
- ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,