Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων
  2. διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
Τρυγαῖος
  1. οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
  2. ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·
  3. ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
  4. κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
  5. ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
  6. καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
  7. τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
Ἑρμῆς
  1. πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις
  2. τουτὶ τί ἐστι τὸ κακόν;
Τρυγαῖος
  1. ἱπποκάνθαρος.
Ἑρμῆς
  1. ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
  2. καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
  3. πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
  4. τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;
Τρυγαῖος
  1. μιαρώτατος.
Ἑρμῆς
  1. ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
Τρυγαῖος
  1. μιαρώτατος.
Ἑρμῆς
  1. πατὴρ δέ σοι τίς ἐστʼ;