Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·
- ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
- κατωκάρα ῥίψας με βουκολήσεται.
- ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων,
- χρυσοχάλινον πάταγον ψαλίων
- διακινήσας φαιδροῖς ὠσίν.
- τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις
- τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
- ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
- κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων
- ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
- ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
- ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
- ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων
- ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
- ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις
- κἀπιφορήσεις τῆς γῆς πολλήν,
- κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
- καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
- ἐνθένδε πάθω, τοὐμοῦ θανάτου