Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
Οἰκέτης Α - αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οἰκέτης Β - ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ
- καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οἰκέτης Α - δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οἰκέτης Β - ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
- κατέφαγεν;
Οἰκέτης Α - οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
- ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
- ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οἰκέτης Β - ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
- εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
Οἰκέτης Α - ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
- τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οἰκέτης Β - ἰδού.
- ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
- οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
Οἰκέτης Α - αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
- καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
Οἰκέτης Β - μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·