Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
- ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
- ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
- ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
- οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
- ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
- ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·
- νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
- τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
- τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
- πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
- ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·
- τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
- λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
- ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.
- ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
- ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
- λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
- ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.
- ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,