Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται
- ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
- ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.
- ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε
- δώμασιν ἡμετέροις φάτις ἥκει,
- ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ
- ἐς κόρακας βαδιεῖ μεταμώνιος;
- ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.
- δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,
- ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,
- ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
- ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ
- κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.
- καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
- ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
- πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
- τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον
- ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
- ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
- μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.