Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- υἱὸς Λαμάχου.
- αἰβοῖ·
- ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
- ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
- ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.
- ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;
- ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι
- οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
- ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
- ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
- εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρʼ ᾄδεις;
- ψυχὴν δʼ ἐξεσάωσα—
- κατῄσχυνας δὲ τοκῆας.
- ἀλλʼ εἰσίωμεν. εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶς
- ὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος
- οὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.
- ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντων
- φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.
- ἀλλʼ ἀνδρικῶς ἐμβάλλετε
- καὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γὰρ ὦ πόνηροι