Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
- σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
- ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
- ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
- ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
- οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
- ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
- ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί·
- ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.
- ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
- ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
- εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.
- ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι.
- θωρήσσοντʼ ἄρʼ ὄτειτα πεπαυμένοι—
- ἄσμενοι, οἶμαι.
- πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
- κάκιστʼ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·
- οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτʼ εἶ;
- ἐγώ;
- σὺ μέντοι νὴ Δίʼ.