Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. λευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται.
Χορός
  1. ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
Τρυγαῖος
  1. ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·
  2. ὡς οὐχὶ πᾶσαν ἡμέραν
  3. πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
  4. πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν.
Χορός
  1. εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
  2. δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.
  3. καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
  4. ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
Χορός
  1. κἀπευξαμένους τοῖσι θεοῖσιν
  2. διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
  3. κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς
  4. πάντας ὁμοίως οἶνόν τε πολύν,
  5. σῦκά τε τρώγειν,
  6. τάς τε γυναῖκας τίκτειν ἡμῖν,
  7. καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν
  8. συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
  9. λῆξαί τʼ αἴθωνα σίδηρον.
Τρυγαῖος
  1. δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,