Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ τί
- ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
- ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
- ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
- ἀπίωμεν ὦ δορυξέ.
- μηδαμῶς γʼ, ἐπεὶ
- τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
- πόσον δίδως δῆτʼ;
- εἰ διαπρισθεῖεν δίχα,
- λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.
- ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
- νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται
- οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
- ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.
- ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,
- αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
- νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
- παῦσαι
- ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
- εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.