Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ὦγαθὲ
- θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.
- τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
- ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;
- μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
- ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
- γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
- οἴμοι καταγελᾷς.
- ἀλλʼ ἕτερον παραινέσω.
- τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
- ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
- πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
- τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
- ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,
- ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·
- καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;
- πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
- ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
- οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.
- οὗτος μὲν οὐ πέπονθεν οὐδέν.