Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀλλὰ τί
  2. ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
Τρυγαῖος
  1. ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
  2. ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.
Κρανοποιός
  1. ἀπίωμεν ὦ δορυξέ.
Τρυγαῖος
  1. μηδαμῶς γʼ, ἐπεὶ
  2. τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.
Δορυξός
  1. πόσον δίδως δῆτʼ;
Τρυγαῖος
  1. εἰ διαπρισθεῖεν δίχα,
  2. λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.