Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.
Τρυγαῖος
  1. νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται
  2. οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα
  3. ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.
  4. ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,
  5. αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.
Παῖς
  1. νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
Τρυγαῖος
  1. παῦσαι
  2. ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
  3. εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.