Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
  2. πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
  3. τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
Κρανοποιός
  1. ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,
  2. ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·
  3. καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;
Τρυγαῖος
  1. πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·
  2. ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
Δορυξός
  1. οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.
Τρυγαῖος
  1. οὗτος μὲν οὐ πέπονθεν οὐδέν.