Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
- τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
- οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.
- τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
- ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
- οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
- ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·
- ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—
- παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
- ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;
- ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;
- τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
- καὶ τῇδʼ.
- ἅμʼ ἀμφοῖν δῆτʼ;
- ἔγωγε νὴ Δία,
- ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
- ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
- ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν
- τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
- ἴθι δὴ ʼξένεγκε τἀργύριον.