Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
- ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε
- καὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·
- ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν
- τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
- ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε
- ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ
- ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
- οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας.
- τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;