Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
  2. καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.
Τρυγαῖος
  1. τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιός
  1. αὐτὸς σὺ τί δίδως;
Τρυγαῖος
  1. ὅ τι δίδωμʼ; αἰσχύνομαι.
  2. ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,
  3. δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.
  4. ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Λοφοποιός
  1. ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·
  2. κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν.