Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
- πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
- ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
- καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
- ποῦ ποῦ Τρυγαῖός ἐστιν;
- ἀναβράττω κίχλας.
- ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ
- δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ
- οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,
- νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·