Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
- εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
- ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
- ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
- ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
- πολλὰ γὰρ δή μʼ ἠδίκησαν,
- ὄντες οἴκοι μὲν λέοντες
- ἐν μάχῃ δʼ ἀλώπεκες.
- ἰοὺ ἰού.
- ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.