Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
  2. ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
  3. ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,
  4. τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
  5. κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
  6. τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.†
  7. ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
  8. τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω
  9. ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
  10. τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·