Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰ πεπαίνουσιν ἤ-
- δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ,
- τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ·
- εἶθʼ ὁπόταν ᾖ πέπων,
- ἐσθίω κἀπέχω
- χἄμα φήμʼ, ὧραι φίλαι· καὶ
- τοῦ θύμου τρίβων κυκῶμαι·
- κᾆτα γίγνομαι παχὺς
- τηνικαῦτα τοῦ θέρους
- μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
- τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
- ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
- ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,
- τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
- κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
- τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.†
- ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
- τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω
- ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
- τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·