Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
- ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,
- τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,
- τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.
- οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον
- οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.
- κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
- ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
- εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
- ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·
- ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί·
- μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·
- χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
- ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,
- εὖ ποιοῦντος κὠφελοῦντος
- τοῦ φεοῦ τἀρώματα.
- ἡνίκʼ ἂν δʼ ἀχέτας
- ᾄδῃ τὸν ἡδὺν νόμον,
- διασκοπῶν ἥδομαι
- τὰς Λημυνίας ἀμπέλους,