Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
  2. εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
  3. ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
  4. ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
  5. ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
Χορός
  1. πολλὰ γὰρ δή μʼ ἠδίκησαν,
  2. ὄντες οἴκοι μὲν λέοντες
  3. ἐν μάχῃ δʼ ἀλώπεκες.
Τρυγαῖος
  1. ἰοὺ ἰού.
  2. ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.
  3. ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·
  4. πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.
  5. ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
  6. καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργός
  1. ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Τρυγαῖος
  1. ἀναβράττω κίχλας.
Δρεπανουργός
  1. ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ
  2. δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ
  3. οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,
  4. νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·