Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
- οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
- ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
- οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
- ἥδομαί γʼ ἥδομαι
- κράνους ἀπηλλαγμένος
- τυροῦ τε καὶ κρομμύων.
- οὐ γὰρ φιληδῶ μάχαις,
- ἀλλὰ πρὸς πῦρ διέλκων
- μετʼ ἀνδρῶν ἑταίρων φίλων,
- ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ
- δανότατα τοῦ θέρους
- †ἐκπεπρισμένα†,
- κἀνθρακίζων τοὐρεβίνθου
- τήν τε φηγὸν ἐμπυρεύων,
- χἄμα τὴν Θρᾷτταν κυνῶν
- τῆς γυναικὸς λουμένης.
- οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα,
- τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα,
- εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;