Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ
  2. δανότατα τοῦ θέρους
  3. †ἐκπεπρισμένα†,
  4. κἀνθρακίζων τοὐρεβίνθου
  5. τήν τε φηγὸν ἐμπυρεύων,
  6. χἄμα τὴν Θρᾷτταν κυνῶν
  7. τῆς γυναικὸς λουμένης.
Χορός
  1. οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα,
  2. τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα,
  3. εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη;