Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
  2. ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,
  3. τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε,
  4. τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου.
  5. οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον
  6. οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.
  7. κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·
  8. ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
  9. εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας·
  10. ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα·