Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
  2. οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
  3. ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
  4. οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
Χορός
  1. ἥδομαί γʼ ἥδομαι
  2. κράνους ἀπηλλαγμένος
  3. τυροῦ τε καὶ κρομμύων.
  4. οὐ γὰρ φιληδῶ μάχαις,
  5. ἀλλὰ πρὸς πῦρ διέλκων
  6. μετʼ ἀνδρῶν ἑταίρων φίλων,