Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
Ἱεροκλῆς
  1. σπονδή.
Τρυγαῖος
  1. καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
Ἱεροκλῆς
  1. οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
Τρυγαῖος
  1. οὐ γὰρ οἷόν τε
  2. ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Ἱεροκλῆς
  1. ναὶ πρὸς τῶν γονάτων.
Τρυγαῖος
  1. ἄλλως ὦ τᾶν ἱκετεύεις·
  2. οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
  1. ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε
  2. μετὰ νῷν.
Ἱεροκλῆς
  1. τί δὴ ʼγώ;
Τρυγαῖος
  1. τὴν Σίβυλλαν ἔσθιε.
Ἱεροκλῆς
  1. οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
  2. ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
Τρυγαῖος
  1. ὦ παῖε τὸν Βάκιν.
Ἱεροκλῆς
  1. μαρτύρομαι.
Τρυγαῖος
  1. κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
  2. παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
Οἰκέτης
  1. σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,