Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μετὰ νῷν.
- τί δὴ ʼγώ;
- τὴν Σίβυλλαν ἔσθιε.
- οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
- ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
- ὦ παῖε τὸν Βάκιν.
- μαρτύρομαι.
- κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
- παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
- σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,