Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
- σπονδή.
- καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
- οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
- οὐ γὰρ οἷόν τε
- ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
- ναὶ πρὸς τῶν γονάτων.
- ἄλλως ὦ τᾶν ἱκετεύεις·
- οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
- ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε