Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
- αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
- ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·
- χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
- οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
- ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
- ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
- ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
- φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
- ἰκτῖνος μάρψῃ.
- τουτὶ μέντοι σὺ φυλάττου,
- ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
- ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
- ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
- σπονδὴ σπονδή.
- ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
- ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
- ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
- ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
- πρόσφερε τὴν γλῶτταν.