Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τουτὶ μέντοι σὺ φυλάττου,
  2. ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
  3. ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ἱεροκλῆς
  1. ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
Τρυγαῖος
  1. σπονδὴ σπονδή.
Ἱεροκλῆς
  1. ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
Τρυγαῖος
  1. ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
  2. ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
  3. ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
Ἱεροκλῆς
  1. πρόσφερε τὴν γλῶτταν.