Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
  2. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
  3. ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·
  4. χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ἱεροκλῆς
  1. οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
Τρυγαῖος
  1. ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
  2. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
  3. ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
Ἱεροκλῆς
  1. φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
  2. ἰκτῖνος μάρψῃ.