Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
- ἀλλὰ τόδε πρότερον—
- τοῖσδʼ ἁλσί γε παστέα ταυτί.
- οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
- φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
- καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
- ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
- †χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
- τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
- ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
- ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
- ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
- οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
- οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,
- οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
- οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
- ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
- ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
- ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·
- ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο