Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
  2. ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ἱεροκλῆς
  1. οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος
  1. οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,
  2. οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
Ἱεροκλῆς
  1. οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
  1. ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς
  1. ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος
  1. ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·
  2. ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο