Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
  2. ἀλλὰ τόδε πρότερον—
Τρυγαῖος
  1. τοῖσδʼ ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς
  1. οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
  2. φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαῖος
  1. καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς
  1. ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
  2. †χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
  3. τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
Τρυγαῖος
  1. ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,