Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἡ γλῶττα χωρὶς τέμνεται.
- μεμνήμεθα.
- ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;
- ἢν φράσῃς.
- μὴ διαλέγου
- νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
- ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
- ἐς κεφαλὴν σοί.
- οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
- συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις,
- αἰβοιβοῖ.
- τί γελᾷς;
- ἥσθην χαροποῖσι πιθήκοις.
- καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
- ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
- εἴθε σου εἶναι
- ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
- εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
- μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—
- ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.