Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης
  2. οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
Οἰκέτης
  1. τί ποτʼ ἄρα λέξει;
Τρυγαῖος
  1. δῆλός ἐσθʼ οὗτός γʼ ὅτι
  2. ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
Οἰκέτης
  1. οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
Τρυγαῖος
  1. μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
Οἰκέτης
  1. εὖ λέγεις.
Ἱεροκλῆς
  1. τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαῖος
  1. ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.
Ἱεροκλῆς
  1. ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;
Τρυγαῖος
  1. ἡ κέρκος ποιεῖ
  2. καλῶς;
Οἰκέτης
  1. καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.
Ἱεροκλῆς
  1. ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαῖος
  1. ὀπτᾶν ἄμεινον πρῶτον.
Ἱεροκλῆς
  1. ἀλλὰ ταυταγὶ
  2. ἤδη ʼστὶν ὀπτά.
Τρυγαῖος
  1. πολλὰ πράττεις, ὅστις εἶ.
  2. κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.