Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
- τόν γε σοφῇ δόκιμον
- φρενὶ πορίμῳ τε τόλμῃ;
- ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
- καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
- τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
- ἄνδρα τοιοῦτον, ὅστις
- πόλλʼ ἀνατλὰς ἔσωσε
- τὴν ἱερὰν πόλιν;
- ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν
- ζηλωτὸς ἅπασιν.
- ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
- ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.
- ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.
- ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
- ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ
- προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
- τίς ἄρα ποτʼ ἐστίν;
- ὡς ἀλαζὼν φαίνεται·
- μάντις τίς ἐστιν.